Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.43 Dem. 24.45 (English) >>Dem. 24.48

24.44τούτῳ μέντοι τῷ νόμῳ σκέψασθʼ ὡς ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. μέν γε κελεύει τὸν γεγραμμένον χρόνον τὴν ἡμέραν ἀφʼ ἧς ἂν τεθῇ κυρίαν εἶναι· δʼ ἔγραψενκαὶ εἴ τινι προστετίμηται,” περὶ τῶν παρεληλυθότων λέγων. καὶ οὐδὲ τοῦθʼ ὥρισεν, ἄρχοντα προσγράψας ἀφʼ οὗ, ἀλλὰ πεποίηκεν οὐ μόνον πρὸ τῆς ἡμέρας ἐν τέθηκε κύριον τὸν νόμον, ἀλλὰ καὶ πρὸ τοῦ γενέσθαι τινʼ ἡμῶν· ἀόριστον γὰρ ἅπαντα τὸν παρεληλυθότα προσπεριείληφε χρόνον. καίτοι χρῆν σʼ, Τιμόκρατες, τοῦτον μὴ γράφειν ἐκεῖνον λύειν, οὐχ, ἵνʼ βούλει σὺ γένηται, πάντα τὰ πράγματα συνταράξαι. λέγʼ ἄλλον νόμον. 24.45Νόμος

μηδὲ περὶ τῶν ἀτίμων, ὅπως χρὴ ἐπιτίμους αὐτοὺς εἶναι, μηδὲ περὶ τῶν ὀφειλόντων τοῖς θεοῖς τῷ δημοσίῳ τῷ Ἀθηναίων περὶ ἀφέσεως τοῦ ὀφλήματος τάξεως, ἐὰν μὴ ψηφισαμένων Ἀθηναίων τὴν ἄδειαν πρῶτον μὴ ἔλαττον ἑξακισχιλίων, οἷς ἂν δόξῃ κρύβδην ψηφιζομένοις. τότε δʼ ἐξεῖναι χρηματίζειν καθʼ τι ἂν τῇ βουλῇ καὶ τῷ δήμῳ δοκῇ.

24.46ἄλλος οὗτος νόμος, οὐκ ἐῶν περὶ τῶν ἀτίμων οὐδὲ τῶν ὀφειλόντων λέγειν οὐδὲ χρηματίζειν περὶ ἀφέσεως τῶν ὀφλημάτων οὐδὲ τάξεως, ἂν μὴ τῆς ἀδείας δοθείσης, καὶ ταύτης μὴ ἔλαττον ἑξακισχιλίων ψηφισαμένων. οὗτος δʼ ἔγραψεν ἄντικρυς, καὶ εἴ τινι τῶν ὀφειλόντων δεσμοῦ προστετίμηται, εἶναι τὴν ἄφεσιν πορισαμένῳ τοὺς ἐγγυησομένους, οὐ προτεθέντος οὐδενὸς περὶ τούτων, οὐδὲ δοθείσης ἀδείας λέγειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.43 Dem. 24.45 (English) >>Dem. 24.48

Powered by PhiloLogic